TLG 0340 001 :: SOSITHEUS :: Fragmenta Fragmenta frr. 1, 2, 3–4 Citation: Fragment — (line) | ||
1(tit) | ΑΕΘΛΙΟΣ | |
1 | εἷς μυρίους ὄρνιθας αἰετὸς σοβεῖ λαῶν τε δειλῶν πλῆθος εὖ τραφεὶς ἀνήρ | |
---|---|---|
tit,2-3 | ΔΑΦΝΙΣ Η ΛΙΤΥΕΡΣΗΣ 〈ΣΑΤΥΡΟΙ〉 | |
2 | τούτῳ Κελαιναὶ πατρίς, ἀρχαία πόλις | |
Μίδου γέροντος, ὅστις ὦτ’ ἔχων ὄνου ἤνασσε καὶ νοῦν φωτὸς εὐήθους ἄγαν. οὗτος δ’ ἐκείνου παῖς παράπλαστος νόθος, | 270 | |
5 | μητρὸς δ’ ὁποίας ἡ τεκοῦς’ ἐπίσταται, ἔσθει μὲν ἄρτους, τρεῖς ὅλους κανθηλίους, τρὶς τῆς βραχείας ἡμέρας· πίνει δ’, ἕνα καλῶν μετρητήν, τὸν δεκάμφορον πίθον. ἐργάζεται δ’ ἐλαφρὰ πρὸς τὰ σιτία | |
10 | ὄγμον θερίζων· τῇ μιᾷ δ’ ἐν ἡμέρᾳ †δαινυσίτ’ ἔμπης συντίθησιν εἰς τέλος. χὤταν τις ἔλθῃ ξεῖνος ἢ παρεξίῃ, φαγεῖν τ’ ἔδωκεν εὖ† κἀπεχόρτασεν καὶ τοῦ ποτοῦ προὔτεινεν ὡς ἂν ἐν θέρει | |
15 | πλέον· φθονεῖν γὰρ τοῖς θανουμένοις ὀκνεῖ. ἐπιστατῶν †οἴδηα Μαιάνδρου ῥοαῖς καρπευμάτων ἀρδευτὰ δαψιλεῖ ποτῷ τὸν ἀνδρομήκη πυρὸν ἠκονημένῃ ἅρπῃ θερίζει· τὸν ξένον δὲ δράγματι | |
20 | αὐτῷ κολούσας κρατὸς ὀρφανὸν φέρει | |
γελῶν θεριστὴν ὡς ἄνουν ἠρίστισεν | 271 | |
3 | θανὼν μὲν οὖν Μαίανδρον ἐρρίφη ποδός σόλος τις ὥσπερ {δίσκος}· ἦν δ’ ὁ δισκεύσας ἀνήρ †πυθιο· τίς γὰρ ἀνθ’ Ἡρακλέους; | |
4(t) | INCERTAE FABULAE FRAGMENTUM | |
1 | οὓς ἡ Κλεάνθους μωρία βοηλατεῖ | 272 |